Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.223 Joseph. AJ 6.227 (English) >>Joseph. AJ 6.231

6.225 δὲ Δαυίδης ὤμνυεν μὴν οὕτως ἔχειν, καὶ πιστεύοντʼ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον καταφρονοῦντʼ ἐπʼ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν θεάσηται πεφονευμένον αὐτὸν πύθηται· μηδὲν λέγειν δʼ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν. 6.226

Λυπηθεὶς δʼ ἐφʼ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. δέοἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα· νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δʼ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος· 6.227εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δʼ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμʼ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσινἐπʼ ἀγαθῷ βεβάδικενεἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρʼ αὐτοῦ εἶναι μηδʼ ἐχθρόν· ἂν δʼ ὡς ἄλλως ἀποκρίνηται τοῦτʼ ἔσται τεκμήριον τῶν κατʼ ἐμοῦ βεβουλευμένων. 6.228μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.223 Joseph. AJ 6.227 (English) >>Joseph. AJ 6.231

Powered by PhiloLogic